Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.28 Dem. 23.32 (English) >>Dem. 23.36

23.30ποῦ τοῦτο δηλοῖ; ἔν τε τῷ προτέρῳ νόμῳ καὶ τούτῳ. ἐν μὲν γὰρ ἐκείνῳ γράψαςἐάν τις ἀποκτείνῃ,” τὴν βουλὴν δικάζειν εἶπεν, ἐν δὲ τούτῳ τὸν ἀνδροφόνον προσειπών, χρὴ πάσχειν εἴρηκεν· οὗ μὲν γὰρ ἦν αἰτία τὸ πρᾶγμα, τὴν κρίσιν εἴρηκεν, οὗ δʼ ἁλοὺς ἔνοχος τῷ προσρήματι τούτῳ καθέστηκεν, τὴν τιμωρίαν ἔγραψεν. περὶ μὲν δὴ τῶν ἑαλωκότων ἂν λέγοι. λέγει δὲ τί; 23.31ἐξεῖναι ἀποκτείνειν καὶ ἀπάγειν.” ἆρʼ ὡς αὑτόν; ὡς ἂν βούληταί τις; πολλοῦ γε καὶ δεῖ. ἀλλὰ πῶς; “ὡς ἐν τῷ <αʹ> ἄξονι εἴρηταιφησίν. τοῦτο δʼ ἐστὶν τί; πάντες ἐπίστασθʼ ὑμεῖς. οἱ θεσμοθέται τοὺς ἐπὶ φόνῳ φεύγοντας κύριοι θανάτῳ ζημιῶσαί εἰσι, καὶ τὸν ἐκ τῆς ἐκκλησίας πέρυσιν πάντες ἑωρᾶθʼ ὑπʼ ἐκείνων ἀπαχθέντα. 23.32ὡς τούτους οὖν ἀπάγειν λέγει. διαφέρει δὲ τί τοῦτο τοῦ ὡς αὑτὸν ἄγειν; ὅτι μὲν ἀπάγων, ἄνδρες Ἀθηναῖοι, ὡς τοὺς θεσμοθέτας, τοὺς νόμους κυρίους ποιεῖ τοῦ δεδρακότος, δʼ ὡς αὑτὸν ἄγων ἑαυτόν. ἔστι δʼ ἐκείνως μέν, ὡς νόμος τάττει, δοῦναι δίκην, οὕτω δέ, ὡς λαβὼν βούλεται. πλεῖστον δὲ δήπου διαφέρει τὸν νόμον κύριον τῆς τιμωρίας τὸν ἐχθρὸν γίγνεσθαι. 23.33λυμαίνεσθαι δὲφησὶμή, μηδὲ ἀποινᾶν.” ταῦτα δʼ ἐστὶν τί; τὸ μὲν δὴ μὴ λυμαίνεσθαι γνώριμον οἶδʼ ὅτι πᾶσιν μὴ μαστιγοῦν, μὴ δεῖν, μὴ τὰ τοιαῦτα ποιεῖν λέγει, τὸ δὲ μηδʼ ἀποινᾶν μὴ χρήματα πράττεσθαι· τὰ γὰρ χρήματʼ ἄποινʼ ὠνόμαζον οἱ παλαιοί.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.28 Dem. 23.32 (English) >>Dem. 23.36

Powered by PhiloLogic